TLG 4346 001 :: MENECRATES :: Fragmenta

MENECRATES Hist.
(Tyrius: a. A.D. 2)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1853: 344.

  • frr. 1–2
  • fr. 2 verba Latina solum

Citation: Fragment — (line)

6

Zenob. IV, 38: Ἰνοῦς ἄχη: Ἰνὼ ἡ Κάδμου συνελθοῦσα Ἀθάμαντι δύο ἐγέννησε παῖδας, Λέαρχον καὶ Μελικέρτην, καὶ θυγατέρα Εὐρύκλειαν. Οὗτοι ὑπὸ Ἀθάμαντος μανέντος κατετοξεύθησαν. Μετὰ δὲ Μελι‐
5κέρτου ἡ Ἰνὼ ἔρριψεν ἑαυτὴν εἰς τὴν πρὸς τῷ Μολου‐ ρίῳ θάλασσαν. Καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖ‐ σαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κόρινθον Κορίνθιοι θά‐ ψαντες Μελικέρτην ἄγουσιν ἐπ’ αὐτῷ ἀγῶνα τὰ Ἴσθμια.
10Διὰ δὴ ταῦτα εἴρηται Ἰνοῦς ἄχη. Ἄχος γὰρ ἡ λύπη, ἀχανεῖς ποιοῦσα τοὺς κακῶς παθόντας. Ταῦτα δὲ δη‐ λώσει καὶ Μενεκράτης ὁ Τύριος (ὁ Λύκιος?). Πέπονθε δὲ οὕτως Ἰνὼ δι’ αἰτίαν τήνδε. Ἀθάμας πρότερον γυ‐ ναῖκα ἐσχηκὼς Νεφέλην, δύο παῖδας ἐκ ταύτης Ἕλλην
15καὶ Φρίξον ἐγέννησεν. Ἀποθανούσης δὲ τῆς Νεφέλης, δευτέραν ἠγάγετο γυναῖκα Ἰνώ· ἥτις ἐπιβουλεύσασα τοῖς τῆς Νεφέλης παισὶ, παρέπεισε τὰς τῶν ἐγχωρίων γυναῖκας φρύγειν τὰ σπέρματα. Ἡ γῆ δὲ πεφρυγμένον τὸν σπόρον δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου.
20Πέμψας οὖν εἰς Δελφοὺς ὁ Ἀθάμας περὶ τῆς ἀφορίας ἐπυνθάνετο. Δώροις δὲ πείσασα Ἰνὼ τοὺς πεμφθέντας ὑπέθετο αὐτοῖς εἰπεῖν ὑποστρέψασιν, ὡς ἀνεῖλεν ὁ θεὸς, Ἕλλην καὶ Φρίξον σφαγιασθῆναι, εἰ θέλοιεν ἀπαλλα‐ γὴν τῆς ἀφορίας ἔσεσθαι. Πεισθεὶς οὖν ὁ Ἀθάμας Ἕλ‐
25λην καὶ Φρίξον τῷ βωμῷ παρέστησεν. Ἀλλ’ ἐκείνους μὲν κατοικτείραντες οἱ θεοὶ διὰ τοῦ χρυσομάλλου κριοῦ ἐναερίους ἀφήρπασαν. Ὅθεν Ἕλλη μὲν ἀντέχειν μὴ δυναμένη, εἰς τὸν ἀπ’ ἐκείνης κληθέντα Ἑλλήσποντον καταπίπτει· Φρίξος δὲ εἰς τὴν Κολχικὴν διασώζεται
30γῆν. [Ἀθάμαντι δὲ μανίαν ἐμβαλόντες τὴν Ἰνὼ τοιαῦτα παθεῖν παρεσκεύασαν.]

7

Servius ad Virg. Aen. VI, 14: Menecrates Dae‐ dalum occiso patruele fratre Cretam petiisse dicit; Icarum filium ejus ab Atticis pulsum dum fratrem
petit naufragio periisse, unde mari nomen.344